833
ΦΡΙΞΟΣ
τίς δ᾿ οἶδεν εἰ ζῆν τοῦθ᾿ ὃ κέκληται θανεῖν,
τὸ ζῆν δὲ θνῄσκειν ἐστί; †πλὴν ὅμως† βροτῶν
νοσοῦσιν οἱ βλέποντες, οἱ δ᾿ ὀλωλότες
οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.
Сократ Горгий
филакс
Кратил
И либо
поэтому герои так называются, либо потому что они
были мудрецами и искусными риторами, а к тому же
еще и диалектиками, умевшими ловко ставить вопросы,
а это выражается глаголом «говорить» (εϊρειν). Таким образом, как мы только что сказали,
те, кого на аттическом наречии называют героями, были своего рода
риторы, искусные в спорах, так что род риторов и
софистов оказывается героическим племенем
Ἑρμογένης
καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. ὁ δὲ δὴ ‘ἥρως’ τί ἂν εἴη;
Σωκράτης
τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ
τοῦ ἔρωτος γένεσιν.
Ἑρμογένης
πῶς λέγεις;
Σωκράτης
οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;
Ἑρμογένης
τί οὖν;
Σωκράτης
πάντες δήπου γεγόνασιν ἐρασθέντος ἢ θεοῦ θνητῆς ἢ θνητοῦ θεᾶς. ἐὰν οὖν σκοπῇς καὶ τοῦτο
κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ: δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος
ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν †ὀνόματος† χάριν. καὶ ἤτοι τοῦτο
λέγει τοὺς ἥρωας, ἢ ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες καὶ δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ
ὄντες: τὸ γὰρ ‘εἴρειν’ λέγειν ἐστίν. ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι 98ε] οἱ
ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται
τὸ ἡρωικὸν φῦλον.
ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε
‘ἄνθρωποι’ καλοῦνται: ἢ σὺ ἔχεις εἰπεῖν;
Ἑρμογένης
πόθεν, ὠγαθέ, ἔχω; οὐδ᾽ εἴ τι οἷός τ᾽ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον
εὑρήσειν ἢ ἐμαυτόν.
Важно: параллель Нергал и Инанна при спуске к Иришкигаль – снятие одежд, атака на
Иришкигаль