Вы находитесь на странице: 1из 2

ORACIONES EN GRIEGO

SEÑAL DE LA CRUZ
Ἐν τῷ ὀνόματι τοῦ πατρὸς, καὶ τοῦ υἱοῦ, καὶ
τοῦ ἁγίου πνεύματος. ἀμήν.

PADRE NUESTRO
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ
ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω
τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·

τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν


σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ἀμήν.
AVE MARÍA
χαῖρε Μαρία, κεχαριτωμένη, ὁ κύριος μετὰ
σοῦ. εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου,
Ἰησοῦς.
Ἁγία Μαρία, μῆτερ θεοῦ, προσεύχου ὑπὲρ
ἡμῶν τῶν ἁμαρτωλῶν, νῦν καὶ ἐν τῇ ὥρᾳ
τοῦ θανάτου ἡμῶν. ἀμήν.

DOXOLOGÍA
Δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ
πνεύματι.
Ὡς ἦν ἐν ἀρχῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. ἀμήν.

θρόνος σοφίας προσεύχου ὑπὲρ ἡμῶν


ἅγιε Ίερώνυμε προσεύχου ὑπὲρ ἡμῶν

SEÑAL DE LA CRUZ
Ἐν τῷ ὀνόματι τοῦ πατρὸς, καὶ τοῦ υἱοῦ, καὶ
τοῦ ἁγίου πνεύματος. ἀμήν.

Вам также может понравиться